Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.606 Joseph. BJ 4.614 (English) >>Joseph. BJ 4.619

4.611 δὲ Νεῖλος ἀναπλεῖται μέχρι τῆς Ἐλεφάντων καλουμένης πόλεως, ὑπὲρ ἣν εἴργουσι προσωτέρω χωρεῖν οὓς προειρήκαμεν καταράκτας. 4.612δυσπρόσιτος δὲ λιμὴν ναυσὶ καὶ κατʼ εἰρήνην Ἀλεξανδρείας· στενός τε γὰρ εἴσπλους καὶ πέτραις ὑφάλοις τὸν ἐπʼ εὐθὺ καμπτόμενος δρόμον. 4.613καὶ τὸ μὲν ἀριστερὸν αὐτοῦ μέρος πέφρακται χειροκμήτοις σκέλεσιν, ἐν δεξιᾷ δὲ προσαγορευομένη Φάρος νῆσος πρόκειται, πύργον ἔχουσα μέγιστον ἐκπυρσεύοντα τοῖς καταπλέουσιν ἐπὶ τριακοσίους σταδίους, ὡς ἐν νυκτὶ πόρρωθεν ὁρμίζοιντο πρὸς τὴν δυσχέρειαν τοῦ κατάπλου. 4.614περὶ ταύτην τὴν νῆσον καταβέβληται

-- --

χειροποίητα τείχη μέγιστα, προσαρασσόμενον δὲ τούτοις τὸ πέλαγος καὶ τοῖς ἄντικρυς ἕρκεσιν ἀμφαγνυμένον ἐκτραχύνει τὸν πόρον καὶ σφαλερὰν διὰ στενοῦ τὴν εἴσοδον ἀπεργάζεται. 4.615 μέντοι γε λιμὴν ἀσφαλέστατος ἔνδον καὶ τριάκοντα σταδίων τὸ μέγεθος, εἰς ὃν τά τε λείποντα τῇ χώρᾳ πρὸς εὐδαιμονίαν κατάγεται καὶ τὰ περισσεύοντα τῶν ἐπιχωρίων ἀγαθῶν εἰς πᾶσαν χωρίζεται τὴν οἰκουμένην. 4.616

Ἐφίετο μὲν οὖν εἰκότως τῶν ταύτῃ πραγμάτων Οὐεσπασιανὸς εἰς βεβαίωσιν τῆς ὅλης ἡγεμονίας, ἐπιστέλλει δʼ εὐθὺς τῷ διέποντι τὴν Αἴγυπτον καὶ τὴν Ἀλεξάνδρειαν Τιβερίῳ Ἀλεξάνδρῳ, δηλῶν τὸ τῆς στρατιᾶς πρόθυμον, καὶ ὡς αὐτὸς ὑποδὺς ἀναγκαίως τὸ βάρος τῆς ἡγεμονίας συνεργὸν αὐτὸν καὶ βοηθὸν προσλαμβάνοι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.606 Joseph. BJ 4.614 (English) >>Joseph. BJ 4.619

Powered by PhiloLogic